Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.199 Joseph. AJ 2.204 (English) >>Joseph. AJ 2.208

2.202ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ διʼ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατʼ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τʼ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. 2.203τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις. 2.204καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον διήνυσαν ταῖς ταλαιπωρίαις· ἀντεφιλονείκουν γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας θέλοντες, οἱ δʼ ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων. 2.205

Ἐν τούτοις δʼ ὄντων αὐτῶν τοῖς πράγμασιν αἰτία τοῦ μᾶλλον σπουδάσαι περὶ τὸν ἀφανισμὸν τοῦ γένους ἡμῶν τοῖς Αἰγυπτίοις προσεγένετο τοιαύτη· τῶν ἱερογραμματέων τις, καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν, ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατʼ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.199 Joseph. AJ 2.204 (English) >>Joseph. AJ 2.208

Powered by PhiloLogic